Greek translation (source code)

= Greek translation
{scope}

\b[Original question.]

Translate :—

Ξυνεχὴς μὲν οὖν ποδάγρη οὐ ῥηϊδίως γίγνεται, διαλείπει δὲ ἔσθ᾽ ὅπῃ χρόνου μακρόν. λεπτὴ γάρ· καὶ Ὀλυμπίασι ἐνίκησε ποδαγρὸς ἐπ᾽ ἀνέσει δρόμου. ἀλλ᾽ ἄνδρες μὲν παθεῖν ῥηΐτεροι, γυναικῶν δὲ ἐλαφρότερον· γυναῖκες δὲ ἀραιότερον μὲν ἀνδρῶν, χαλεπώτερον δέ. τὸ γὰρ μὴ ἐν ἔθεϊ μηδὲ οἰκεῖον, ἢν ὑπὸ ἀνάγκης κρέσσον γένηται, βιαστὴν μέζονα τίκτει τὴν ξυμφορήν· ἡλικίῃ τὰ πολλὰ μὲν ἀπὸ ἐτέων πέντε καὶ τριήκοντα. θᾶσσον δὲ καὶ βράδιον ἐκ τῆς ἑκάστου φύσιος καὶ διαίτης. δεινοὶ μὲν οὖν οἱ πόνοι, καὶ τὰ παριόντα πόνων μέζονα· λειποθυμίη, ἐπὶ τῇσι ψαύσεσι ἀκινησίη, ἀποσιτίη, δίψος, ἀγρυπνίη· ἢν δὲ ἐπανέλθωσι, τοῦτο μὲν ὅκως ἐκ θανάτου πεφευγότες, ἄνετοι τὸν βίον, ἀκρατέες, ἁπλοί, εὔθυμοι, δωροδόκοι καὶ ἐς τὴν δίαιταν ἁβροί· τοῦτο δὲ ὡς ἐκ θανάτου αὖθις ἐσόμενοι ἅδην χρέονται τῇ παρούσῃ ζωῇ. ἀπέσκηψε πολλοῖσι ἐς ὕδρωπα ἡ ποδάγρη, ἄλλοτε δὲ ἐς ἄσθμα· καὶ τῶνδε ἄφυκτος ἡ διαδοχή.

Aretæus. \i[Χρονιων Παθων Σημειωτικον Βιβλ. Β.]