= Greek translation
{scope}
\b[Original question.]
Translate :—
\i[Κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάῤῥοια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάῤῥοια· ἢν μὴ ἐπὶ σχεδίῳ τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίαν ἢ δευτέρην ἡμέρην μούνην. Ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακὴ γίγνεται, ἀτονίῃ τοῦ πέψοντος θερμοῦ, καὶ ψύξει τῆς κοιλίης· εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφὴ, ἀλλ᾽ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπε-]
\i[\[Printed page break; the preceding word is incomplete in the source.\]]
\i[ἀδρανείῃ τοῦ τέλεος· ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ, καὶ ὀδμῇ, καὶ συστάσι. Λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιή· κάκοδμα δὲ καὶ βορβορώδεα· ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνον δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν· διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα ἐρυγαὶ ξυνεχέες κακώδεες.]
ex Aretaei de causis et signis morborum diuturnorum Libri Sec. cap. 7ᵐᵒ.
Back to article page