Greek translation
ID: past-exam-of-the-medicine-course-of-the-university-of-oxford/1864/second-examination/medical-translations/greek-translation
Past exam of the medicine course of the University of Oxford 1864 Second examination Medical translations Greek translation by
Codex 0 2026-10-31
Original question.
Translate:—
Μανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένει δὲ μοῦνος εἷς· ἔκστασις γὰρ ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ· εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο, ἀλλ’ ἐκ συντυχίης ἄλλης· ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ· ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα, ἡ μανδραγόρη, ἡ ὑοσκύαμος, ἀλλ’ οὔ τί πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίσταται θᾶττον· τὸ δὲ ἔμπεδον ἡ μανίη ἴσχει· τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελοι ἡ λήρησις, γήραος ἡ ξυμφορή. αἰσθήσιος γὰρ ἐστι νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ ψύξιος· μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδες τῇσι πρήξεσι· ἡ μὲν γὰρ λήρησις ἀρχομένη ἀπὸ γήραος οὔτε διαλείπει, καὶ ξυναποθνήσκει· μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται· διάλειψις δὲ ἀτελής, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκότως ἀκεομένου τοῦ κακοῦ ἰητρείῃ, ἢ τῆς ὥρης εὐκρασίῃ. μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι, ἡ ὥρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτης, ἢ ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε.
Aretæus. Χρον. Παθ. Α. ϛʹ.
New to topics? Read the docs here!