Greek translation

ID: past-exam-of-the-medicine-course-of-the-university-of-oxford/1865/second-examination/medical-translations/greek-translation

Original question.
Τάμνειν δὲ τὴν ἐπ’ ἀγκῶνι τὴν κοίλην· ἀτὰρ ἠδὲ διὰ σμικρῆς τῆς σχάσιος ἀφαιρέειν, ὡς μὴ σφόδρα τῇ δυνάμει ἐπίδηλον ᾖ. ἐλέγχει γὰρ τὴν φύσιν τὸ ἀθρόον· καὶ πολλόν τι μεῖον ἢ δι’ ἄλλας προφάσιας ἀφαιρέειν. ἢν γὰρ ἐπὶ συγκοπῇ καὶ σμικρὸν ἁμαρτώῃ, ῥηϊδίως εἰς ᾅδου τρέπει. αὐτίκα ὦν διδόναι τροφὴν ἐς νεόχμωσιν τῆς δυνάμιος· γάνυται γὰρ ἡ φύσις καὶ τῇ τῶν παλαιῶν ἀπαλλαγῇ, καὶ τῇ τῶν ποταινίων προσθήκῃ. Ἢν δὲ φλεβοτομίην μὲν ἡ δύναμις ἀποτρέπῃ, φλεγμασίαι δὲ ἔωσι, σικύην τῇδε προσβάλλειν πολὺ πρόσθεν τῆς κρίσιος τοῦ νοσήματος. ἐν κρισίμοισι γὰρ ἡ συγκοπή· ἐπεὶ τῇσι αὐτέῃσι περιόδοισι αἵ τε φύσιες κρίνουσι, αἵ τε νοῦσοι κτείνουσι. κἢν γὰρ ἐς ἀνάγκην οἰνοποσίης ἥκῃ ὁ ἄνθρωπος, οὐ κάρτα ἀσφαλὲς ἐπὶ φλεγμονῇσι οἰνοποτέειν. οἶνος γὰρ φλεγμαίνουσι μὲν πόνων ἐπίδοσις, ἀφλεγμαίντοισι δὲ φύσιος αὔξησις. ἐπίπροσθεν δὲ τῆς σικύης, πρὸ μιῆς ἢ δευτέρης, ἐπιπλάσιος χρέος, ἐς τε ἄνεσιν τῶν μερέων, ἀτὰρ ἠδὲ ἐς εὐροὴν τοῦ αἵματος· μετεξετέροισι δὲ καὶ ἐπὶ τῇ σικύῃ ἐς τὴν δευτέρην ἐπιπλάσσειν. ἔστω δὲ καὶ τῇδε φειδώ· κίνδυνος γὰρ ὡυτὸς τοῦ αἵματος τῆς ἀμετρίης καὶ ἐπὶ τῇ σικύῃ. κλυσμοῖσι δὲ ἐπὶ σκυβάλοισι παλαιοῖσι μοῦνον χρέο· τῆς δυνάμιος δὲ φείδεο.
Aretæus. Περὶ Θερ. Ὀξ. Παθ. Β. γ.
Instruction applying to both passages, printed after them: Translate these passages, and criticize them by the light of Modern Pathology and Practice. State in what cases you would endorse, and in what you would dissent from the treatment here recommended by Aretæus.

New to topics? Read the docs here!