Greek translation

ID: past-exam-of-the-medicine-course-of-the-university-of-oxford/1867/second-examination/classical-paper/greek-translation

Original question.
Translate :—
Κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάῤῥοια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάῤῥοια· ἢν μὴ ἐπὶ σχεδίῳ τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίαν ἢ δευτέρην ἡμέρην μούνην. Ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακὴ γίγνεται, ἀτονίῃ τοῦ πέψοντος θερμοῦ, καὶ ψύξει τῆς κοιλίης· εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφὴ, ἀλλ᾽ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπε-
[Printed page break; the preceding word is incomplete in the source.]
ἀδρανείῃ τοῦ τέλεος· ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ, καὶ ὀδμῇ, καὶ συστάσι. Λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιή· κάκοδμα δὲ καὶ βορβορώδεα· ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνον δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν· διὰ τόδε φυσώδεες ἐς τὴν γαστέρα ἐρυγαὶ ξυνεχέες κακώδεες.
ex Aretaei de causis et signis morborum diuturnorum Libri Sec. cap. 7ᵐᵒ.

New to topics? Read the docs here!